Ancient Greek · ~2 min
3.34 to 3.35
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.34-35
Not analysed yet
καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει ‘ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ τῶ κυρίῳ. οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα ἐν τῷ τόπω δηλαδὴ τῷ ἐξειλεγμένῳ.” Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι λέγων “ψυχὴ ἂν ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν ὣν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτίαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησεν, καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ.”