Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.35
Not analysed yet
εἰ δὲ καὶ πάλαι πρότερον ‘ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἱακὼβ, σχοίνισμα κληρονομίας Ἰσραὴλ,” ἀλλ’ ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται φήσαντος αὐτῷ τοῦ πατρὸς‘‘ αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. καὶ γὰρ κατακυριεύσειν οὐ τῆς Ἰουδαίας, ἀλλ’ ἀπὸ θαλάσσης ἴως θαλάσσης καὶ περάτων τῆς οἰκουμένης προφητεύεται ‟πάντα τε ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.