Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.38
Not analysed yet
καὶ κατὰ τὸν Ἠσαίαν τοῦτ’ αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκθνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ Παλαιστίνην, ἀλλ’ ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον ἐπικαλεῖσθαι πάντας ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς, οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ τὸ ὄνομα κυρίου, καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἔνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους θυσίας διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ, οὐδ’ ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ’ ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας.