Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.43
Not analysed yet
Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωσῆς τούτων αὐτῶν ἕνεκεν ἕτερον παρ’ ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἀπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἐκ τόν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς.”