Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.56
Not analysed yet
οἷς αὖθις προστίθησι λέγων ‟μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραὰμ φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφὴ, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραὴλ, κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυ- σιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν, τοῦ λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν.”