Ancient Greek · ~3 min
3.6 to 3.8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.6-8
Not analysed yet
Ἔτι πρὸς τούτοις ὁ αὐτὸς καὶ τὸν ἀπὸ κήδους καὶ νεκρῶν ἐπαφῆς προστάττει μὴ ἄλλως καθαίρεσθαι ἢ διά τινος σποδοῦ δαμάλεως, ἐφ’ ὅλαις ἡμέραις ἑπτὰ τῶν συνήθων ἀποστάντα. λέγει γοῦν “καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ καὶ τοῖς προσκειμένοις προσλύτοις ἐν μέσῳ αὐτῶν νόμιμον αἰώνιον. ὁ ἀπτόμενος τοῦ τεθνηκότος πάσης ψυχῆς ἀνθρώπου ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας · ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇτρίτῃ καὶ τῇ ἑβδόμῃ καθαρισθήσεται· ἐὰν δὲ μὴ ἀφαγνισθῇ τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἑβδόμῃ, οὐ καθαρὸς ἕσται. πας ὁ ἁπτόμενος τοῦ τεθνηκότος ἀπὸ ψυχῆς ἀνθρώπου, ἐὰν ἀποθάνῃ καὶ μή ἁγνισθῇ,, τὴν σκηνὴν τοῦ μαρτυρίου τοῦ κυρίου ἐμίανεν. ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ἰσραὴλ, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιερραντίσθη ἐπ’ αὐτόν · ἀκάθαρτός ἐστιν, ἀκαθαρσία ἐπ’ αὐτῷ ἔσται.