Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.66
Not analysed yet
ἀλλ’ οὐκ ἂν ταῦτα ἐπιτρέψειε φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἰερουσαλὴμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπὰς, καὶ τὸ πᾶσι σωτήριον κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὅρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.