Ancient Greek · ~5 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3, lines 3.8-3.14
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.8-14
Not analysed yet
κή. ᾿Απὸ τοῦ Ζαχαρίου.
‟Χαῖρε σφόδρα, θύγατερ Σιῶν, κήρυσσε, θύγαιερ Ἱερουσαλῂμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι’ ἐκβολῶν γῆς.”
λ΄. ᾿Απὸ τοῦ Ἡσαίου.
‟Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιῶν σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμἐνη.” καὶ ἑξῆς ἐπιλέγει ῾πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιῶν, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί;”
καὶ ἐπὶ τούτοις ‟ἔσονται γὰρ ὡς τερέβινθος τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππίου, καὶ αἶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρὸς, καὶ κατα- καυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων.”
λά. ᾿Απὸ τοῦ αὐτοῦ.
‟Τάδε λέγει κύριος Σαβαὼθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ’ ἄκρου μετεώρων, ἢ τέσσαρες, ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.