Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.8-4
Not analysed yet
τίς δ’ ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνὴρ, ἀλλὰ οὐδὲ τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος, εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν ‘‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με;” καὶ πρόσσχες δὲ ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας τῷ τε παρόντι Ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς.