Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.84
Not analysed yet
πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆ- ρος ἡμῶν; ἴως μὲν γὰρ οὐδέπω τὰς κατ’ αὐτοῦ τε- τολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ yrj αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι’ ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπι- σεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπὼν, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, ἐξ ἐκείνου καὶ οὐ μετ’ οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸ Ῥωμαίων εἰς ἔρη- μον κατέστησαν.