Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.86
Not analysed yet
πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἔτι φησὶν ἐπ’ αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι τὸ ἐπιδέκατον, καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς εἰς προνομὴν ὡς τερέβινθος, καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ τῆς θήκης αὐτῆς. παρίστησι δὲ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν βαίνειν ἐπιτρέπεσθαι. τοῦτο δ’ οὖν αἰνιττόμενός φησιν ‟καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος, καὶ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.”