Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.90
Not analysed yet
τούτων δ’ ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ’ ἔστιν ἅπαντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν δάμαλιν βοῶν καὶ δύο πρόβατα προφητεύει, ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα φάγεσθαι βούτυρον καὶ μέλι· νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.