Ancient Greek · ~3 min
3.92 to 3.94
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.92-94
Not analysed yet
ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ὴγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι’ ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ’ ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ’ ἐλπίδι τοῦ μετέχειν.” Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας, ἢ μελίσσας, μηδὲ τὸ ξυρὸν, μηδὲ τὸν πώγωνα, μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ’ ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως.