Ancient Greek · ~2 min
3.96 to 3.97
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.96-97
Not analysed yet
καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων τέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ.” Κἀνταῦθα πρόσσχες ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησὶν, ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ’ αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς. δι’ ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ τὸν τῆς Ἰερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. οἱ ’δε καταλειφθέντες οὗτοι, φησὶν, ἀριθμὸς ἔσονται·