Ancient Greek · ~2 min
3.99 to 3.100
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.99-100
Not analysed yet
καὶ ἐπειδήπερ ἐνταῦθα παιδίον φησὶν γράψει αὐτοὺς, εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ έσται τὸ ὑπολειφθὲν ἐν Σιῶν καὶ τὸ καταλειφθὲν ἐν Ἰερουσαλὴμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν. ὥσπερ γοῦν ἐν ἐκείνοις τὸ καταλειφθὲν ὠνόμαστο, οἱ δ‘ αὐτοὶ γραφέντες ἦσαν εἰς ζωὴν, οὕτως καὶ ἐνταῦθα οἱ καταλειφθέντες ἀέ αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς. τοῦτο δὲ καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ, καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι, φησὶν, ἔσονται ἐπὶ τοὺς ἀδικήσαντας αὐτοὺς, ἀλλ’ ἔσονται πεποιδότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ.