Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.1-2
Not analysed yet
Πλὴν ἀλλ’ ἕνα μονογενῆ καὶ ἀγαπητὸν υἱὸν ἐδόκει τῷ παναγάθῳ πατρὶ τῆς τῶν γεννητῶν ἁπάντων δημιουργίας προυφίστασθαι δεῖν, ἐπεὶ καὶ κόσμον ἔνα, ὥσπερ τι ἕν καὶ μέγα σῶμα ἐκ πλειόνων καὶ διαφόρων μελῶν τε καὶ μερῶν ἤμελλεν ὅσον οὐδέπω προβάλλεσθαι, **οὐκ ἐπιστατεῖν μὲν αὐτὴν ἄνωθεν, ὥσπερ μείζονος κεφαλῆς τῆς τοῦ πατρὸς θεότητος ἐξημμένην, κεφαλὴ γὰρ τοῦ Χριστοῦ ὁ πατήρ) ἡγουμένην δὲ καὶ προυπάρχουσαν τῶν μετὰ ταύτην ἁπάντων, οὐ μὴν ἀλλὰ καὶ διαρκοῦσαν εἴς τε τὴν τοῦ πατρὸς ἐπικέλευσιν καὶ εἰς τὴν τῶν μετὰ ταῦτα δημιουργίαν.