# Demonstratio Evangelica 4.10

Eusebius, Demonstratio Evangelica, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/4.10

διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεὸν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει, τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ εἶς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἶς δ’ ὁ κατ’ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος) οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱὸς, εἰκὼν ὢν μόνος τοῦ θεοῖ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὑ φέρει ὁμοίωσιν εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου θεοῦ θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρὸς, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ’ οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
