Ancient Greek · ~2 min
4.11 to 4.12
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.11-12
Not analysed yet
διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός τε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσι, πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλὰ οὐχ ὁ πρῶτος θεὸς, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός. καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεὸν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι’ ὅλου σώζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην.