Ancient Greek · ~3 min
4.16 to 4.19
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.16-19
Not analysed yet
ἀντὶ δὲ τοῦ ‟ἐκοπίασεν Αἴγυπτος τὸ Ἑβραικὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ‘‘κόπος Αἰγύπτου” ἐκδεδώκασιν, ἔν ᾖ τὸ λεγόμενον τοιοῦτον “σοὶ προσκυνήσουσι, καί σοι ἔσονται δοῦλοι ὁ κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ·” δι’ ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ. ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι’ αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθιστᾶσα. καὶ ταῦτα πεπλήρωται ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσι προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν. Ψαλμοῦ λβ΄.