Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.39
Not analysed yet
φέρε οὖν ἴδωμεν εἰ τοιοῖσδε οὖσιν αὐτοῖς συστῆναι οἷόν τε ἦν τὸ ἐπιχείρημα. κακῷ δὴ κακὸν οὔ φασιν εἶναι φίλον, ἀλλ’ οὐδὲ ἀγαθῷ. πόθεν οὖν ἐν πλήθει τοσῶνδε ἀνδρῶν ἡ τῶν κακῶν εὕρηται συμφωνία; πόθεν ἡ περὶ τῶν αὐτῶν ἐν πᾶσιν αὐτοῖς ὁμόφωνος μαρτυρία, ἡ μέχρι θανάτου ὁμοφροσύνη; ἀνδρὶ δὲ γόητι τοιάδε διδάσκοντι καὶ τοιάδε ἐπαγγελλομένῳ τίς ἂν τὴν ἀρχὴν προσέσχε τὸν νοῦν; εἴποις ἂν ὅτι γόητες ἄλλοι τοῦ καθηγητοῦ κατ’ οὐδέν. ἆρ’ οὖν οἵδε τὸ τέλος οὐ συνεωράκεσαν τοῦ διδασκάλου καὶ οἵῳ κέχρητο θανάτῳ ; τί δῆτα οὖν καὶ μετὰ τὸ αἴσχιστον ἐκεῖνο τέλος αὐτοῦ ἐπέμενον, τὸν ἐν νεκροῖς θεολογοῦντες, ἢ τί ἄρα ποθοῦντες, τὰ ἴσα παθεῖν; καὶ τίς πώποτ’ ἐπ’ οὐδενὶ λόγῳ πρόδηλον ἕλοιτο ἂν τοιαύτην τιαωρίαν ;