Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.48
Not analysed yet
καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις ἢ μή ποτε τοῖς τοιοῖσδε “Ἄνδρες “φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ “πλάνης διδάσκαλον ὑπ’ ὀφθαλμοῖς ἁπάντων ἡμῶν “τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ “πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται “τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις “τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ ‘‘τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ‘ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι “ἡμᾶς αὐτοὺς τόν τε δι’ ἀπάτης τῦφον·