Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.1
Not analysed yet
Ἡ μὲν δὴ παλαιὰ διαθήκη καὶ ὁ διὰ Μώσεως νόμος μόνῳ τῷ Ἰουδαίων ἔθνει, καὶ τούτῳ ἐπὶ τῆς οἰκείας γῆς οἰκοῦντι, κατάλληλος ἀποδέδεικται, οὔτε δὲ τοῖς λοιποῖς ἔθνεσι τοῖς καθ’ ὅλης τῆς οἰκουμένης οὕτε τοῖς ἐπὶ τῆς ἀλλοδαπῆς ἀπῳκισμένοις Ἰουδαίοις· τὸν δὲ τῆς καινῆς διαθήκης τρόπον πᾶσιν ἔθνεσιν βιωφελῆ χρῆν δήπου καταστῆναι, ὡς μηδαμῶς μηδα- μόθεν παραποδίζεσθαι τοὺς κατὰ τοῦτον πολιτεύεσθαι μέλλοντας, μήτ’ ἀπὸ χώρας μήτ’ ἀπὸ γένους μήτ’ ἀπὸ τόπου μήτε ἔκ τινος ἑτέρου τὸ σύνολον.