Ancient Greek · ~4 min
5.1 to 5.3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.1-2-3
Not analysed yet
Διὸ καὶ ἐπὶ πάντων καθόλου τῶν δημιουργημάτων μίαν χρεὼν θείαν δύναμιν ἀποθαυμάζειν, ἀλλ’ οὐ πολλὰς ἡγεῖσθαι. μία γὰρ ἡ καθόλου κοσμοποιὸς δύναμις καὶ εἷς ὁ τῶν ὅλων δημιουργὸς λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν. ὅτι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος·” ὃν δεῖ ἀληθῶς μὴ ἀγνοεῖν, σέβειν δὲ καὶ τιμᾶν ἐπαξίως, ὅτι δὴ πάντα δι’ αὐτοῦ οὐ μόνον ἐν ἀρχαῖς τόν ὅλων συνέστη, ἀλλὰ καὶ εἰς ἀεὶ γέγονέν τε καὶ γίνεται, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔν. εἴτε γὰρ ζωή τίς ἐστιν ἐν τοῖς οὖσιν, ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν· ἐξ αὐτοῦ γὰρ καὶ δι’ αὐτοῦ ἡ τῶν ὅλων ζώωσίς τε καὶ ψύχωσις) εἴτε ῥυθμὸς, εἴτε κάλλος, εἴτε ἁρμονία, εἴτε τάξις, εἴτε σύγκρασις, εἴτε οὐσία, εἴτε ποιότης, εἴτε μέγεθος, πάντα εἶς ὁ τῶν ὅλων συνέχει καὶ διακοσμεῖ λόγος καὶ μία θεοῦ δύναμις κοσμοποιὸς ἡγεῖται ἁπάντων.