Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.10-2
Not analysed yet
ἀλλὰ οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ’ ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοερὰν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ’ αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον, καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγεννήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γεννητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων μένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν.