Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.11
Not analysed yet
τί δῆτα τοιγαροῦν ἐπὶ τοῦ παντὸς, ἑνὸς μὲν ὄντος, ἐκ μερῶν δὲ πλείστων ὑφεστῶτος, πολλὰς χρῆν ὑποτί- θέσθαι δημιουργικὰς δυνάμεις, καὶ πολλοὺς ὀνομάζειν θεοὺς, οὐχὶ δὲ μίαν ὁμολογεῖν τὴν ὡς ἀληθῶς θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν, μιᾷ δυνάμει καὶ ἀρετῇ μιᾷ ὁμοῦ τὰ πάντα ὑφισταμένην τε καὶ ζώουσαν, καὶ τοῖς πάσι ποικίλην τὴν ἐξ αὑτῆς ἐπιχορηγίαν ποιουμένην; οὕτω καὶ φωτὸς ἡλίου μία καὶ ἡ αὐτὴ προσβολὴ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ καταυγάζει μὲν ἀέρα, φωτίζει δὲ ὀφθαλμοὺς, ἁφὴν δὲ θερμαίνει, πιαίνει δὲ γῆν, αὔξει φυτὰ, χρόνον ὑφίστησιν, ἄστρων ἡγεῖται, οὐρανὸν περιπολεῖ, κόσμον φαιδρύνει, θεοῦ δύναμιν ἐναργῆ τὴν ἐν τῷ παντὶ συνίστησι, πάντα τε ταῦτα μιᾷ ῥοπῇ φύσεως συντελεῖ.