# Demonstratio Evangelica 5.2-6

Eusebius, Demonstratio Evangelica, 5.2 to 5.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/5.2

τοιοῦτος δὲ πέφηνεν ὁ πρὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ νενομοθετημένος νόμος τε καὶ βίος, τὴν παλαιτάτην καὶ πρεσβυτέραν Μώσεως εὐσέβειαν ἀνα- νεούμενος, καθ’ ἣν ὁ θεοφιλὴς ‘ Αβραὰμ καὶ οἶ τού- του προπάτορες δείκνυνται πεπολιτευμένοι. εἰγοῦν ἐθελήσειας τόν τε Χριστιανῶν βίον καὶ τὴν ὑπὸ τοῦ Χριστοῦ πᾶσιν ἔθνεσι καταβεβλημένην θεοσέβειαν συνεξετάσαι τῷ τρόπῳ τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ ἐπ’ εὐσεβείᾳ καὶ δικαιοσύνῃ μεμαρτυρημένων, ἴνα καὶ τὸν αὐτὸν εὑρήσεις. ἐκεῖνοί τε γὰρ τῆς πολυθέου πλάνης ἀποχωρήσαντες, καὶ τὴν περὶ τὰ ἀγάλματα δεισιδαιμονίαν ἀποστραφέντες, ὑπερκύψαντες δὲ καὶ τὴν ὁρωμένην ἅπασαν κτίσιν, καὶ μήθ’ ἥλιον μήτε σελήνην μήτε τι τῶν μερῶν τοῦ παντὸς θεοποιήσαν- τες, ἐφ’ ἔνα τὸν ἀνωτάτω θεὸν, αὐτὸν δὴ τὸν ὕψιστον τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, ἑαυτοὺς ἀνήγαγον. ὃ καὶ συνίστησιν αὐτὸς ὁ Μώσης ἐν ταῖς τῆς ἀρχαιολογίας ἱστορίαις τὸν ‘ Αβραὰμ ἀναγράφων φάσκοντα ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν.” Καὶ πρό γε τούτου εἰσάγων τὸν Μελχισεδὲκ, ὃν δή φησιν ἱερέα γεγονέναι τοῦ θεοῦ τοῦ ὑψίστου, τὸν ‘ Αβραὰμ ὧδέ πως εὐλογοῦντα “ εὐλογημένος ‘Αβραὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γὴν.”

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
