Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.20
Not analysed yet
οὐκοῦν μετὰ τὴν περὶ τοῦ τῶν ὅλων δημιουργοῦ δημιουργοῦ καὶ τὰ περὶ τοῦ Χριστοῦ κοινῶς ἡμῖν τε κἀκείνοις παραδέδοται · ἔνθεν καὶ Χριστοὺς αὐτοὺς δὴ ἐκείνους τοὺς πρὸ Μώσεως θεοφιλεῖς, ὥσπερ οὑν ἡμᾶς Χριστιανοὺς, εὕροις ἂν κεκλημένους. καὶ τοῦτο δὲ ἐπά- κουσον ὥς φησι περὶ αὐτῶν ἐν Ψαλμοῖς τὸ λόγιον ‘έν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς, ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ, καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος, καὶ ἐκ βασιλείας εἰς λαὸν ἕτερον, οὐκ ἀφῆκεν ἂν- θρωπον ἀδικῆσαι αὐτοὺς, καὶ ἤλεγξεν ὑπὲρ αὐτῶν b βασιλεῖς λέγων, μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.