Ancient Greek · ~3 min
5.3 to 5.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.3-5
Not analysed yet
καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει Ψαλμὸν ‘‘φοβηθήτω τὸν κύριον πάσα ἡ γῆ, ὑπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἶ κατοικοῦντες οἰκουμένην, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.” Πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει καὶ ὁ ἐντελλόμενος· ἑτέρῳ παρ’ ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ’ ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ’ αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν, πάντες τε οἶ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ ‟φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ ἀπ’ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.”