Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.69
Not analysed yet
Ταῦτα μὲν οὖν ἀρχῆς ἀτόπου κατὰ συγχώρησιν δοθείσης γεγυμνάσθω. τὸ γὰρ τοῖς ἐγγράφοις τἀναντία ὑπολαβεῖν, καὶ φάναι τὸν Ἰησοῦν διδάσκαλον γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦτοιαῦταπαρ᾿ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ’ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο· ὅπερ ἦν παντὸς ἀτοπώτατον, ὅμοιον ὡς εἰ καὶ Μώσεως ἐν τοῖς νόμοις λέγοντος “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,” συκοφαντῶν αὐτὸν διέβαλλέ τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει·