Ancient Greek · ~2 min
5.71 to 5.73
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.71-73
Not analysed yet
οὕτως δέ τις καὶ πάσας ἀπλῶς εἰπεῖν τὰς τῶν παλαιῶν διαβάλλοι ἂν ἱστορίας, ἀθετῶν τὴν ἐν αὐταῖς ἀλήθειαν, καὶ εἰς τοὐναντίον τὰ δηλούμενα παρεκδεχόμενος. ἀλλ’ ὡς οὐκ ἄν τις ὀκνήσειε τῶν εὖ φρονούντων μαίνεσθαι τὸν τοιοῦτον ἀποφήνασθαι, οὕτω καὶ ἐπὶ τῶν τοῦ σωτῆρος λόγων τε καὶ μαθημάτων, εἴ τις τἀληθὲς διαστρέφων τὴν ἐναντίαν οἷς ἐδίδασκε περιβάλλειν αὐτῷ δόξαν πειρῷτο. πλὴν ἀλλ’ ἐδόθη καὶ τοῦτο ὡς ἐν ὑποθέσει, ὅπως καὶ ἐκ περιουσίας καὶ ἐν ἀτόπῳ συγχωρήσει τὸ ἀσύστατον τοῦ δι’ ἐναν- τίας λόγου φανῇ.