Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.9
Not analysed yet
ἐπεὶ καὶ ἐν ἀνθρώπῳ μία ψυχὴ καὶ μία λογικὴ δύναμις πλείστων ὁμοῦ γένοιτ’ ἂν δημιουργὸς καὶ γεωργεῖν ἡ αὐτὴ καὶ ναυπηγεῖν καὶ κυβερνᾶν καὶ οἰκοδομεῖν πολλὰ μαθοῦσα ἐπιβάλλοιτο ’καὶ εἰς νοῦς ἐν ἀνθρώπῳ καὶ λογισμὸς δέξαιτ’ ἄν ποτε μυρίων ἐπιστήμας, γεω- μετρήσει τε ὁ αὐτὸς καὶ ἀστρονομήσει, καὶ λόγους γραμματικῆς παραδώσει καὶ ἰατρικῆς, ἔν τε μαθή- μασι καὶ τοῖς κατὰ χεῖρας προστήσεται· καὶ οὔπω γε οὐδεὶς πώποτε πλείους ἑο ἐνὶ σώματι ψυχὰς ἡγή- σατο εἶναι, οὐδὲ πολλὰς ἐθαύμασεν ἀνθρώπου δυνά- μεὶς διὰ τὴν τῶν πολλῶν μαθημάτων ὑποδοχήν.