Ancient Greek · ~2 min
5.91 to 5.92
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.91-92
Not analysed yet
Τοσούτων εἰρημένων τῷ Πέτρῳ ὑπὸ τοῦ Ἰησοῦ, ὁ Μάρκος μηδενὸς τούτων μνημονεύσας, ὅτι μηδ’ ὁ Πέτρος ταῦθ’, ὡς εἰκὸς, ἐν ταῖς αὐτοῦ διδασκαλίαις δασκαλίαις ἐξηγόρευσεν, ὅρα τί φησὶν, ἐρωτήσαντος τοῦ Ἰησοῦ, ““ἀποκριθεὶς ὁ Πέτρος λέγει, σὺ εἶ καὶ ἐπετίμησεν αὐτοῖς, ἔνα μηδενὶ λέγωσι περὶ αὐτοῦ.” ταῦτα μὲν οὖν ὁ Πέτρος εἰκότως παρασιωπᾶσθαι ἠξίου· διὸ καὶ Μάρκος αὐτὰ παρέλιπεν, τὰ δὲ κατὰ τὴν ἄρνησιν αὐτοῦ εἰς πάντας ἐκήρυξεν ἀνθρώπους, ἐπεὶ καὶ ἔκλαυσεν ἐπ’ αὐτῇ πικρῶς.