Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 5.96
Not analysed yet
οἱ δέ γε τοὺς τοιούσδε πεπλάσθαι καὶ κατεψεῦσθαι νομίζοντες, καὶ οἶα πλάνοις βλασφημεῖν πειρώμενοι, πῶς οὐκ ἂν γένοιντο καταγέλαστοι, φίλοι μὲν φθόνου καὶ βασκανίας, ἐχθροὶ δὲ αὐτῆς ἀληθείας ἁλισκόμενοι, οἵ γε τοὺς οὕτως ἀπανούργους καὶ ἄπλαστον ὡς ἀληθῶς καὶ ἀκέραιον ἦθος διὰ τῶν οἰκείων λόγων ἐπιδεδειγμένους, πανούργους τινὰς καὶ δεινοὺς ὑποτίθενται σοφιστὰς, ὡς τὰ μὴ ὄντα πλασαμένους, καὶ τῷ οἰκείῳ διδασκάλῳ τὰ μὴ πρὸς αὐτοῦ πραχθέντα κεχαρισμένως ἀναθέντας; ὡς εὖ μοι δοκεῖ εἰρῆσθαι, πάντα χρὴ πιστεύειν τοῖς τοῦ Ἰησοῦ μαθηταῖς, ἢ μή· καὶ εἰ μόνοις τούτοις τοῖς ἀνδράσιν ἀπιστητέον, καὶ τοῖς πᾶσιν, οἵτινες ποτ’ ἄρα παρ’ Ἕλλησιν ἢ παρὰ βαρβάροις βίους καὶ λόγους καὶ ἀπομνημονεύματα τῶν κατὰ χρόνους ἐπί τισιν ἀγαθοῖς κατορθώμασι βοηθέντων συνεγράψαντο· ἢ τοῖς μὲν ἄλλοις πιστεύειν εὔλογον, μόνοις δὲ τούτοις ἀπιστεῖν.