Ancient Greek · ~8 min
6.13 to 6.19
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.13-2-19
Not analysed yet
ἀλλὰ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητὴς, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ’ ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων. οὕτως δὲ ἄρα οὐδεὶς ἣν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβιασμένον. εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ’ ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδὲ ὁ διδάσκαλος ἦν ἄρα τοιοῦτος. ἔνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῖν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου. οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων Πραξέων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳαὐτῶν προσιόντας** ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβαλεῖν τὸν ἑαυτῶν τρόπον ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους, καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι. ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνεισενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε.” Τοιοῦτοι δή τινες οἱ τοῦ σωτῆρος ἡμῶν μαθη- ταὶ τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδὸς, ὡς μηκέτι στέγειν ἀποκρύπτοντας, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόρρητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι. τοιοῦτοι δὲ καὶ οἶ πρὸς αὐτῶν μαθητευόμενοι καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παρρησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ. οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδὴν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον ; ὅτε τοίνυν οἶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν πεφήνασι γεγονότες τοιοῦτοι, πῶς οὐ πολὺ πρότερον ὁ διδάσκαλος;