# Demonstratio Evangelica 6.2-4-7

Eusebius, Demonstratio Evangelica, 6.2 to 6.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/6.2-4

Ὅρα δὴ καὶ νῦν τίνα τρόπον ὁ φήσας “ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος, ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν. πρῶτον δὲ αὐτὸν ὡς ἐν γεννητοῖς εὐσεβῶς βῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγέννητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον· ὅπερ οὐκ ἂν ἐπὶ τοὺ πατρὸς ἁρμόσειεν. οὐ γὰρ δὴ γεννητῶν πρῶτος ὁ ἐπὶ πάντων θεὸς, ἐπεὶ μηδ’ ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ’ ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γεννητῶν πρώτου χρηματί- ζοντος. ζητουμένου δὲ ἄρα κατὰ τὸ ‟αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,” τίνι τὴν τῶν γεννητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται ὅτι τῷ φήσαντι ‟ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν·” ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων ‟νῦν κύριος κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ.’ εἴη δ’ ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων ‟ ἐπειδὴ τῷ λόγῳ κυρίου οἶ οὐρανοὶ ἐστερεώθησαν·’ κατὰ τὴν ἀπὸ τοῦ Ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὑτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ’ αὐτοῦ ὀνόματι. Ἀπὸ τῆς Γενέσεως.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
