Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.21
Not analysed yet
οὐ μόνον δὲ ἄνδρες παρὰ αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ’ ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ’ ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐκγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι ὅλας αὑτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήσασαι.