Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.31-2
Not analysed yet
ἔτι πρὸς τούτοις ὁ τῷ δι’ ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθὲν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; βασιλέων δὲ δόγμασι καὶ παλαιῶν νομοθετῶν φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ’ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται ; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησε μὲν, οὐ τετόλμηκε δὲ ἐπιχειρῆσαι· ἀλλ’ οὐδὲ ἐπεχείρησε μὲν, οὐ κατώρθωσε δέ.