Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.33-2
Not analysed yet
τί δῆτα οὖν τοῖς πάλαι γόησι πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων, ἢ καὶ μετὰ ταῦτα, τοιοῦτον ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ’ ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; εἰ δ’ οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον, οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς, ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπι- δεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώ- ποτε παρ’ ἀνθρώποις μνημονευθέντα κατώρθωται. ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω.