Ancient Greek · ~3 min
6.35 to 6.36
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.35-2-36
Not analysed yet
τίς δὲ οὐκ οἶδεν ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; οὗτος ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ’ αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ’ οὐ φίλους οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν. ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ’ ἂν τοῖς πονηροῖς πνεύμασ’ ἱν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν κολαστικῶν καὶ βασανιστικῶν τῆς οἰκείας φύσεως, τοῦ Ἰησοῦ τὸ ὄνομα φρίττει, ὑπεξίσταταί τε καὶ παραχωρεῖ τῇ τῆς προσηγορίας δυνάμει;