Ancient Greek · ~2 min
6.36 to 6.37
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.36-37
Not analysed yet
ὅθεν εἰς ἔτι καὶ δεῦρο παισὶν Ἑβραίων οὐ θεμιτὸν ἄλλοσε ἐκτὸς τῆς καθῃρημένης αὐτῶν μητροπόλεως οὔτε θύειν κατὰ τὸν νόμον, οὔτε ἱερὸν οὔτε θυσιαστήριον ἐγείρειν, οὔτε χρίειν ἱερέας οὔτε βασιλέας, οὔτε τὰς κατὰ Μωσἐα πανηγύρεις καὶ ἑορλείας ἐκτελεῖν, οὐ μιασμοῦ καθαίρεσθαι, οὐ πλημμε- λείας ἀπολύεσθαι, οὐ δῶρα τῷ θεῷ προσφέρειν, οὐχ ἱλεοῦσθαι κατὰ τὰ νενομοθετημένα. διόπερ καὶ τῇ Μώσεως εἰκότως ὑποβέβληνται κατάρᾳ, ἐν μέρει μὲν φυλάττειν τινὰ πειρώμενοι, ἐν δὲ τοῖς ὅλοις παρανομοῦντες, διαρρήδην Μώσεως ἀποφηναμένου ”ὅτι δὴ ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιήσαι αὐτά.”