Ancient Greek · ~2 min
6.4 to 6.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.4-2-5
Not analysed yet
εἰ γοῦν, ὡς ἐν ὑποθέσει λόγου, καθεὶς οὐρανόθεν αὐτὸς ἑαυτὸν ὁ παμφαὴς ἥλιος σὺν ἀνθρώποις ἐπὶ γῆς πολιτεύοιτο, οὐδένα τῶν ἐπὶ γῆς μεῖναι ἂν ἀδιάφθορον, πάντων συλλήβδην ἐμψύχων ὁμοῦ καὶ ἀψύχων ἀθρόᾳ τῇ τοῦ φωτὸς προβολῇ διαφθαρησομένων. θᾶττον γοῦν καὶ τυφλοὺς ἀπεργάσαιτ’ ἂν τοὺς τῶν ὁρώντων ὀφθαλμοὺς βλάβης καὶ φθορᾶς πολὺ μᾶλλον ἢ ὠφελείας γεγονὼς τοῖς πᾶσιν αἴτιος, οὐ τὴν φύσιν αὐτὸς ὢν τοιοῦτος, τοῖς δὲ ἀφορήτως ἔχουσι δι’ οἰκείαν ἀσθένειαν τῆς ὑπερβαλλούσης αὐγής ἀπολαύειν τοιόσδε τις ἀποτελούμενος.