Ancient Greek · ~4 min
6.50 to 6.53
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.50-53
Not analysed yet
καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἐνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρό- πον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην. νῦν καθ’ ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν, ἀλλ’ οὐκέτ’ ἀκοῇ προσδοκώμενα, τὸν καιρὸν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ’ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας. αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστελεῖν τὸν τῶν ὅλων θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις ἄνθρωπον, ὃς σώσει αὐτοὺς, ὃν καὶ τὰ Μώσεως ἐδήλου λόγια δι’ ὧν ἔφησεν “ἐξελεύσεται ἄνθρωπος ἐκτοῦ σπέρματος αὐ- τοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ’ ἄν. ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ’ οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος ’τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ’ ἃλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο.