Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.62
Not analysed yet
δι’ ἃ δὴ λοιπὸν ἤδη θαρρῶν τὰς τῶν θεοσεβεῖν ἐπαγγελλομένων προαιρέσεις μὴ ἐπὶ δύο, ἀλλὰ τρία διαιροῦ τάγματα, τό τε τῶν παντελῶς εἰδωλολατρῶν, τῶν δὴ ἐπὶ τὴν πολύθεον πλάνην εἰδωλολατρῶν, καὶ τὸ τῶν ἐκ περιτομῆς διὰ Μώσεως ἐπὶ τὸν πρῶτον ἀνεληλυθότων τῆς εὐσεβείας βαθμὸν, καὶ τρίτον τὸ τῶν ἐπαναβεβηκότων διὰ τῆς εὐαγγελικῆς διδα- σκαλίας, ὃ καὶ τῶν δυεῖν μέσον παρεμβαλὼν μηκέθ’ ἡγοῦ τοὺς ἀπὸ Ἰουδαίων ἀφισταμένους πάντως δεῖν ἐφ’ Ἑλληνισμὸν ἐκπίπτειν, μηδὲ τοὺς ἐξ Ἑλλήνων ἀναχωροῦντας ἐξ ἀνάγκης χρῆναι Ἰουδαίους ἔσεσθαι, τὸν δὲ μέσον ἑλὼν τὸν τρίτον εὑρήσεις ἄνω που ἑστῶτα, καὶ ὥσπερ ἐφ’ ὑψηλοτάτης ἀκρωρείας ἀναβεβηκότα, ἑκατέρωθεν δὲ κάτω τοὺς λοιποὺς ἀπολε- λοιπότα.