Ancient Greek
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.16
Not analysed yet
καί- τοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτ’ ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας, κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐ- τοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους ; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων; ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;