Ancient Greek
7.18 to 7.22
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.18-22
Not analysed yet
οὐκοῦν ἀποστάντες ἡμεῖς Ἑλληνισμοῦ οὐκ ἐπὶ Ἰουδαϊσμὸν καταπεπτώκαμεν οὐδὲ, ἀποδεχόμενοι τὸν Μώσεως νόμον καὶ τοὺς Ἑβραίων προφήτας, μὴ βιοῦντες δὲ Ἰουδαϊκῶς, ἀλλὰ κατὰ τὴν πρὸ Μώσεως τῶν θεοφιλῶν ἀνδρῶν πολιτείαν, πταίοιμεν ἄν. κἀν τούτῳ γὰρ Μωσἐα καὶ τοὺς μετ’ αὐτὸν προφήτας ἀληθεύοντας ἀποδείκνυμεν, τὸν ὑπ’ αὐτῶν προκεκηρυγμένον Χριστὸν ἀποδεχόμενοι, καὶ τούτου τοῖς νόμοις πειθόμενοι, κατ’ ἴχνος τετῆς αὐτοῦ διδασκαλίας βαίνειν δι’ εὐχῆς τιθέμενοι, αὐτῷ Μωσεῖ κἀν τούτῳ τὰ φίλα ποιοῦντες· ὃς προειπὼν ὅτι προφήτην ἀναστήσει κύριος ὁ θεὸς ὅμοιον αὐτῷ ἐπιλέγει “πάσα δὲ ψυχὴ ἥτις μὴ ἀκούσεται τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτίκα αὐτίκα Ἰουδαῖοι μὴ παραδεξάμενοι τὸν προφήτην, μηδ’ ἐπακούσαντες αὐτοῦ τοῖς ἁγίοις λόγοις, ἔσχατον ὑπέμειναν ὄλεθρον, ἀκόλουθα τῇ προρρήσει πεπονθότες. οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μώσεως παραγγέλματα δίχα παρανομίας οἶοί τ’ ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μώσεως ὑποβέβληνται κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας. ἡμεῖς δὲ τὸν ὑπὸ Μώσεως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι’ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μώσεως παραγγελίας, δι’ ἧς ἔφησεν αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς. ”