Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.18-2
Not analysed yet
εἰ μὲν γὰρ τοὐ- ’τον ἐπικρυψάμενοι, καὶ μὴ ὁμολογοῦντες εἰς πάντας οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον, (λέγω δὲ τὰς θαυμα- τουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φι- λοσόφους διδασκαλίας αὐτοῦ) οὐδ’ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέ- σθαι τοὺς ἀκούοντας ξενοφωνουμένους ^καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ’ ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν ’πλὴν ἀλλ’ ἔδοξεν ἂν πιθανώτερον λέγε- σθαι τὰ εἰρημένα.