Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.2-3
Not analysed yet
Διὰ τούτων γοῦν ὕψιστον μὲν τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι θεὸν τῶν ὅλων ὀνομάζει, κύριον δὲ τὸν τούτου λόγον, τὸν δὴ καὶ δευτέρως ἡμῖν μετὰ τὸν τῶν ὅλων θεὸν κυριολογούμενον. ἀλλὰ γὰρ τοῖς μὲν τῶν ἐθνῶν ἀοράτοις προστάταις, αὐτοῖς δὴ τοῖς ἀγγέλοις, τὰ ἔθνη πάντα καὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, υἱοὺς Ἀδὰμ ἐπικαλουμένους, κρίσει τοῦ ὑψίστου θεοῦ καὶ λόγοις ἀρρήτοις ἡμῖν φησι διανεμηθῆναι· τῷ δὲ πάντων ἐξοχωτάτῳ ἡγεμόνι τε καὶ βασιλεῖ τόν ὅλων, αὐτῷ δὴ τῷ Χριστῷ, ὡς ἂν μονογενεῖ υἱῶ, τῶν ἐν ἀνθρώποις τὸν Ἰακὼβ καὶ Ἰσραὴλ, τουτέστιν πᾶν τὸ διορατικὸν καὶ θεοσεβὲς παραδοθῆναι γένος.