Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.20
Not analysed yet
τίς δ’ οὕτως ἠλίθιος ὑπῆρχεν ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα, τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἢν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσι χρῆναι τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὑτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις ; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.