Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.22
Not analysed yet
ἀλλὰ πάλιν ἀφορῶν εἰς τὴν τοῦ λόγου δύναμιν ὡς μυρία πλήθη πέπεικεν, καὶ ὡς συνέστησαν μυρίανδροι ἐκκλησίαι πρὸς αὐτῶν ἐκείνων τῶν εὐτελεστάτων καὶ ἀγροίκων τοῦ Ἰησοῦ μαθητῶν, οὐκ ἐν ἀδήλοις που καὶ ἀφανέσι τόποις, ἀλλ’ ἐν ταῖς μάλιστα διαπρεπεστάταις πόλεσιν ἱδρυθεῖσαι, ἐπ’ αὐτῆς λέγω τῆς ῾Ρωμαίων βασιλευούσης, ἐπί τε τῆς Ἀλεξανδρέων καὶ Ἀντιοχέων, καθ’ ὅλης τε τῆς Αἰγύπτου καὶ Λιβύης, Εὐρώπης τε καὶ Ἀσίας, ἔν τε κώμαις τε καὶ χώραις καὶ παντοίοις ἔθνεσι, πάλιν ἐξ ἀνάγκης ἀνατρέχειν ἐκβιάζομαι ἐπὶ τὴν τοῦ αἰτίον ζήτησιν, καὶ συνομολογεῖν μὴ ἄλλως αὐτοὺς κεκρατηκέναι τοῦ τολμήματος ἢ θειοτέρᾳ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει καὶ συνεργίᾳ τοῦ φήσαντος αὐτοῖς ‟μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.”