Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.3
Not analysed yet
νῦν δὲ μηδὲν μηδαμῶς τῶν ἐν τῷ νόμῳ λύσας, πληρωτὴς δ’ αὐτῶν γενόμενος, καὶ τέλειος, ὡς ἄν τις εἴποι, κατὰ Μωσέα, ἐπεὶ μηκέτι τοῖς λοιποῖς ἔθνεσι δυνατὸν ἦν ἐφαρμόζειν τὰ παρὰ Μωσεῖ νόμιμα διὰ τὰς προδηλωθείσας αἰτίας, χρῆν δὲ δήπου φιλανθρωπίᾳ τοῦ παναγάθου τῶν ὅλων θεοῦ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν,) τὰ κατάλληλα καὶ ἁρμόδια τοῖς πᾶσιν ἐνομοθέτησεν ’οὐκ ἂν φθονήσας καὶ τὰ Μώσεως διὰ τῶν ἀποστόλων αὐτοῦ πᾶσιν ἀνθρώποις καταγγεῖλαι, εἰ μὴ τὸ ἀδύνατον ἐμποδὼν ἦν, ὡς διδάσκει λέγων ὁ ἀπόστολος “τὸ γὰρ ἀδύνατον τοὐ νόμου, ἐν ᾧ ἠσθένει, ὁ θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ τὰ ἐξῆς ’